Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 1

Αὐτουργός
ἀλλʼ, εἰ δοκεῖ σοι, τούσδʼ ἀπαγγελῶ λόγους 420
 
γέροντι· χώρει δʼ ἐς δόμους ὅσον τάχος
 
καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ
 
χρῄζουσʼ ἂν εὕροι δαιτὶ προσφορήματα.
 
ἔστιν δὲ δὴ τοσαῦτά γʼ ἐν δόμοις ἔτι,
 
ὥσθʼ ἕν γʼ ἐπʼ ἦμαρ τούσδε πληρῶσαι βορᾶς. 425
 
ἐν τοῖς τοιούτοις δʼ ἡνίκʼ ἂν γνώμης πέσω,
 
σκοπῶ τὰ χρήμαθʼ ὡς ἔχει μέγα σθένος,
 
ξένοις τε δοῦναι σῶμά τʼ ἐς νόσους πεσὸν
 
δαπάναισι σῷσαι· τῆς δʼ ἐφʼ ἡμέραν βορᾶς
 
ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ 430
 
ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.
← Önceki Epeisodion 1 · 8 / 8 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi