Epeisodion 2
Ἠλέκτρα
ἐκείρατʼ, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς —
Πρέσβυς
οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν
αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.
Ἠλέκτρα
οἵδʼ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.
Πρέσβυς
ἀλλʼ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε·
550
πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.
ὅμως δέ. — χαίρειν τοὺς ξένους προσεννέπω.
Ὀρέστης
χαῖρʼ, ὦ γεραιέ. — τοῦ ποτʼ, Ἠλέκτρα, τόδε
παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;
Ἠλέκτρα
οὗτος τὸν ἁμὸν πατέρʼ ἔθρεψεν, ὦ ξένε.
555
Ὀρέστης
τί φῄς; ὅδʼ ὃς σὸν ἐξέκλεψε σύγγονον;
Ἠλέκτρα
ὅδʼ ἔσθʼ ὁ σώσας κεῖνον, εἴπερ ἔστʼ ἔτι.
τί μʼ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν
λαμπρὸν χαρακτῆρʼ; ἢ προσεικάζει μέ τῳ;
Ἠλέκτρα
ἴσως Ὀρέστου σʼ ἥλιχʼ ἥδεται βλέπων.
560
Ὀρέστης
φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;
Ἠλέκτρα
καὐτὴ τόδʼ εἰσορῶσα θαυμάζω, ξένε.
Πρέσβυς
ὦ πότνιʼ, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.
Ἠλέκτρα
τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;
Πρέσβυς
λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.
565
Ἠλέκτρα
ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον;
Πρέσβυς
βλέψον νυν ἐς τόνδʼ, ὦ τέκνον, τὸν φίλτατον.
Ἠλέκτρα
πάλαι δέδορκα, μὴ σύ γʼ οὐκέτʼ εὖ φρονῇς.
Πρέσβυς
οὐκ εὖ φρονῶ ʼγὼ σὸν κασίγνητον βλέπων;
Ἠλέκτρα
πῶς εἶπας, ὦ γεραίʼ, ἀνέλπιστον λόγον;
570
Πρέσβυς
ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.
Ἠλέκτρα
ποῖον χαρακτῆρʼ εἰσιδών, ᾧ πείσομαι;
Πρέσβυς
οὐλὴν παρʼ ὀφρύν, ἥν ποτʼ ἐν πατρὸς δόμοις
νεβρὸν διώκων σοῦ μέθʼ ᾑμάχθη πεσών.