Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Stasimon 2

[Episode]
φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;
Πρέσβυς
ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
Ὀρέστης
εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
Πρέσβυς
κἀμοῦ γʼ ἄκουσον· ἄρτι γάρ μʼ ἐσῆλθέ τι.
Ὀρέστης
ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δʼ ἐγώ. 620
Πρέσβυς
Αἴγισθον εἶδον, ἡνίχʼ εἷρπον ἐνθάδε.
Ὀρέστης
προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;
Πρέσβυς
ἀγρῶν πέλας τῶνδʼ ἱπποφορβίων ἔπι.
Ὀρέστης
τί δρῶνθʼ; ὁρῶ γὰρ ἐλπίδʼ ἐξ ἀμηχάνων.
Πρέσβυς
Νύμφαις ἐπόρσυνʼ ἔροτιν, ὡς ἔδοξέ μοι. 625
Ὀρέστης
τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;
Πρέσβυς
οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.
Ὀρέστης
πόσων μετʼ ἀνδρῶν; ἢ μόνος δμώων μέτα;
Πρέσβυς
οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
Ὀρέστης
οὔ πού τις ὅστις γνωριεῖ μʼ ἰδών, γέρον; 630
Πρέσβυς
δμῶες μέν εἰσιν, οἳ σέ γʼ οὐκ εἶδόν ποτε.
Ὀρέστης
ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;
Πρέσβυς
δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
Ὀρέστης
πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;
Πρέσβυς
στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται. 635
Ὀρέστης
ὁδὸν παρʼ αὐτήν, ὡς ἔοικʼ, ἀγροὺς ἔχει;
Πρέσβυς
ὅθεν γʼ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.
Ὀρέστης
πικρόν γε συνθοινάτορʼ, ἢν θεὸς θέλῃ.
Πρέσβυς
τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.
Ὀρέστης
καλῶς ἔλεξας. — ἡ τεκοῦσα δʼ ἐστὶ ποῦ; 640
Πρέσβυς
Ἄργει· παρέσται δʼ οὖν πόσει θοίνην ἔπι.
Ὀρέστης
τί δʼ οὐχ ἅμʼ ἐξωρμᾶτʼ ἐμὴ μήτηρ πόσει;
Πρέσβυς
ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.
Ὀρέστης
ξυνῆχʼ· ὕποπτος οὖσα γιγνώσκει πόλει.
Πρέσβυς
τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή. 645
← Önceki Stasimon 2 · 2 / 6 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi