Thesauros Edebiyat Tragedya Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 3

Ἄγγελος
καὶ τὴν κατʼ οἴκους Τυνδαρίδα δάμαρτʼ ἐμὴν
 
πράσσοντας ὡς νῦν, τοὺς δʼ ἐμοὺς ἐχθροὺς κακῶς
 
— λέγων Ὀρέστην καὶ σέ. δεσπότης δʼ ἐμὸς
 
τἀναντίʼ ηὔχετʼ, οὐ γεγωνίσκων λόγους,
 
λαβεῖν πατρῷα δώματʼ. ἐκ κανοῦ δʼ ἑλὼν 810
 
Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
 
τεμὼν ἐφʼ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,
 
κἄσφαξʼ ἐπʼ ὤμων μόσχον ὡς ἦραν χεροῖν
 
δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε·
 
Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς 815
 
εἶναι τόδʼ, ὅστις ταῦρον ἀρταμεῖ καλῶς
 
ἵππους τʼ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,
 
δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
 
ὁ δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν,
 
ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα, 820
 
Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην,
 
δμῶας δʼ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα,
 
λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·
 
θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς
 
δισσοὺς διαύλους ἱππίους διήνυσε, 825
 
κἀνεῖτο λαγόνας. ἱερὰ δʼ ἐς χεῖρας λαβὼν
 
Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
 
σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
 
κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.
 
χὣ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ· 830
 
τί χρῆμʼ ἀθυμεῖς; — ὦ ξένʼ, ὀρρωδῶ τινα
 
δόλον θυραῖον. ἔστι δʼ ἔχθιστος βροτῶν
 
Ἀγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις·
 
ὃ δʼ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον,
 
πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια 835
← Önceki Epeisodion 3 · 3 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi