Epeisodion 4
Ἠλέκτρα
θρυλοῦσʼ ἅ γʼ εἰπεῖν ἤθελον κατʼ ὄμμα σόν,
910
εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα
τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι
ἐκεῖνʼ ἅ σε ζῶντʼ ἤθελον λέξαι κακά.
ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς
καὶ τόνδʼ ἔθηκας, οὐδὲν ἠδικημένος,
915
κἄγημας αἰσχρῶς μητέρʼ ἄνδρα τʼ ἔκτανες
στρατηλατοῦνθʼ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.
ἐς τοῦτο δʼ ἦλθες ἀμαθίας ὥστʼ ἤλπισας
ὡς ἐς σὲ ἐμὴν δὴ μητέρʼ οὐχ ἕξοις κακὴν
γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη.
920
ἴστω δʼ, ὅταν τις διολέσας δάμαρτά του
κρυπταῖσιν εὐναῖς εἶτʼ ἀναγκασθῇ λαβεῖν,
δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν
ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν.
ἄλγιστα δʼ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς·
925
ᾔδησθα γὰρ δῆτʼ ἀνόσιον γήμας γάμον,
μήτηρ δὲ σʼ ἄνδρα δυσσεβῆ κεκτημένη.
ἄμφω πονηρὼ δʼ ὄντʼ ἀνῃρεῖσθον τύχην
κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.
πᾶσιν δʼ ἐν Ἀργείοισιν ἤκουες τάδε·
930
Ὁ τῆς γυναικός — οὐχὶ τἀνδρὸς ἡ γυνή.
καίτοι τόδʼ αἰσχρόν, προστατεῖν γε δωμάτων
γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ
τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς
οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.
935
ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη
τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.
ὃ δʼ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,
ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·