Epeisodion 4
Ἠλέκτρα
τὰ δʼ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.
940
ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.
ἣ μὲν γὰρ αἰεὶ παραμένουσʼ αἴρει κακά·
ὁ δʼ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν
ἐξέπτατʼ οἴκων, σμικρὸν ἀνθήσας χρόνον.
ἃ δʼ ἐς γυναῖκας — παρθένῳ γὰρ οὐ καλὸν
945
λέγειν — σιωπῶ, γνωρίμως δʼ αἰνίξομαι.
ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους
κάλλει τʼ ἀραρώς. ἀλλʼ ἔμοιγʼ εἴη πόσις
μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.
τὰ γὰρ τέκνʼ αὐτῶν Ἄρεος ἐκκρεμάννυται,
950
τὰ δʼ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.
ἔρρʼ, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ
δίκην δέδωκας. — ὧδέ τις κακοῦργος ὢν
μή μοι τὸ πρῶτον βῆμʼ ἐὰν δράμῃ καλῶς,
νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας
955
γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.
Χορός
ἔπραξε δεινά, δεινὰ δʼ ἀντέδωκε σοὶ
καὶ τῷδʼ· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.
Ἠλέκτρα
εἶἑν· κομίζειν τοῦδε σῶμʼ ἔσω χρεὼν
σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ
960
μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν.
Ὀρέστης
ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον.
Ἠλέκτρα
τί δʼ; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ;
Ὀρέστης
οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μʼ ἐγείνατο.
Ἠλέκτρα
καλῶς ἄρʼ ἄρκυν ἐς μέσην πορεύεται —
965
καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται.
Ὀρέστης
τί δῆτα δρῶμεν; μητέρʼ ἦ φονεύσομεν;
Ἠλέκτρα
μῶν σʼ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;