Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Epeisodion 1

Ἑλένη
θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·
 
τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
 
οὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆ 285
 
τοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ.
 
τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν,
 
κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπʼ Ἰλίῳ
 
δοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα.
 
εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν 290
 
ἐλθόντες, ἃ φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα.
 
νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε.
 
τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην;
 
γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,
 
μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν 295
 
τράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸς
 
ξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν.
 
θανεῖν κράτιστον· πῶς θάνοιμʼ ἂν οὐ καλῶς;
 
ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,
 
κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται· 300
 
σφαγαὶ δʼ ἔχουσιν εὐγενές τι καὶ καλόν,
 
σμικρὸν δʼ ὁ καιρὸς σάρκʼ ἀπαλλάξαι βίου.
 
ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·
 
αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
 
γυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν. 305
Χορός
Ἑλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ὁ ξένος,
 
μὴ πάντʼ ἀληθῆ δοξάσῃς εἰρηκέναι.
Ἑλένη
καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν.
Χορός
πόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.
Ἑλένη
καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ. 310
Χορός
ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.
Ἑλένη
φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει.
← Önceki Epeisodion 1 · 2 / 3 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi