Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Stasimon 1

[Episode]
ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα 775
Μενελέως
ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.
Ἑλένη
φεῦ φεῦ· μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνον
 
σωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς.
Μενελέως
πῶς φῄς; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι.
Ἑλένη
φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός. 780
 
θανῇ πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα.
Μενελέως
τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;
Ἑλένη
ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.
Μενελέως
ἦ γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη;
Ἑλένη
ὕβριν θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ. 785
Μενελέως
ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός;
Ἑλένη
ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.
Μενελέως
τόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω.
Ἑλένη
ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;
Μενελέως
τοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην. 790
Ἑλένη
οὔ που προσῄτεις βίοτον; ὦ τάλαινʼ ἐγώ.
Μενελέως
τοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε.
Ἑλένη
πάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων.
Μενελέως
οἶδʼ· εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω.
Ἑλένη
ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην. 795
Μενελέως
τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.
Ἑλένη
ὁρᾷς τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς;
Μενελέως
ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα;
Ἑλένη
ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.
Μενελέως
βωμοῦ σπανίζουσʼ ἢ νόμοισι βαρβάροις; 800
Ἑλένη
ἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν.
Μενελέως
οὐδʼ ἄρα πρὸς οἴκους ναυστολεῖν σʼ ἔξεστί μοι;
Ἑλένη
ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.
Μενελέως
οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.
← Önceki Stasimon 1 · 16 / 29 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi