Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Epeisodion 2

Θεοκλύμενος
ὦ χαῖρε, πατρὸς μνῆμʼ· ἐπʼ ἐξόδοισι γὰρ 1165
 
ἔθαψα, Πρωτεῦ, σʼ ἕνεκʼ ἐμῆς προσρήσεως·
 
ἀεὶ δέ σʼ ἐξιών τε κἀσιὼν δόμους
 
Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ.
 
ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους,
 
δμῶες, κομίζετʼ ἐς δόμους τυραννικούς· 1170
 
ἐγὼ δʼ ἐμαυτὸν πόλλʼ ἐλοιδόρησα δή·
 
οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν;
 
καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ
 
ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,
 
ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον 1175
 
Ἑλένην· θανεῖται δʼ, ἤν γε δὴ ληφθῇ μόνον.
 
ἔα·
 
ἀλλʼ, ὡς ἔοικε, πάντα διαπεπραγμένα
 
ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσʼ ἕδρας
 
ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.
 
ὠή, χαλᾶτε κλῇθρα· λύεθʼ ἱππικὰ 1180
 
φάτνης, ὀπαδοί, κἀκκομίζεθʼ ἅρματα,
 
ὡς ἂν πόνου γʼ ἕκατι μὴ λάθῃ με γῆς
 
τῆσδʼ ἐκκομισθεῖσʼ ἄλοχος, ἧς ἐφίεμαι. —
 
ἐπίσχετʼ· εἰσορῶ γὰρ οὓς διώκομεν
 
παρόντας ἐν δόμοισι κοὐ πεφευγότας. 1185
 
αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς
 
λευκῶν ἀμείψασʼ ἔκ τε κρατὸς εὐγενοῦς
 
κόμας σίδηρον ἐμβαλοῦσʼ ἀπέθρισας
 
χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα
 
κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη 1190
 
στένεις ὀνείροις, ἢ φάτιν τινʼ οἴκοθεν
 
κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας;
Ἑλένη
ὦ δέσποτʼ — ἤδη γὰρ τόδʼ ὀνομάζω σʼ ἔπος —
← Önceki bölüm Epeisodion 2 · 1 / 5 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi