Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Epeisodion 2

Θεοκλύμενος
ἐλθεῖν, ἐπεὶ νῦν γʼ ἀθλίως ἔχονθʼ ὁρῶ.
 
σὺ δʼ, ὦ τάλαινα, μὴ ʼπὶ τοῖς ἀνηνύτοις 1285
 
τρύχουσα σαυτήν — Μενέλεως δʼ ἔχει πότμον,
 
κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις.
Μενελέως
σὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲν
 
στέργειν πόσιν χρή, τὸν δὲ μηκέτʼ ὄντʼ ἐᾶν·
 
ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον. 1290
 
ἢν δʼ Ἑλλάδʼ ἔλθω καὶ τύχω σωτηρίας,
 
παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ
 
οἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ.
Ἑλένη
ἔσται τάδʼ· οὐδὲ μέμψεται πόσις ποτὲ
 
ἡμῖν· σὺ δʼ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε. 1295
 
ἀλλʼ, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε
 
ἐσθῆτά τʼ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς
 
εὐεργετήσω σʼ· εὐμενέστερον γὰρ ἂν
 
τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα
 
δρῴης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή. 1300
← Önceki Epeisodion 2 · 5 / 5 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi