Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Epeisodion 3

Ἑλένη
ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ.
Θεοκλύμενος
ἀλλʼ εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·
 
καθαρὰ γὰρ ἡμῖν δώματʼ· οὐ γὰρ ἐνθάδε 1430
 
ψυχὴν ἀφῆκε Μενέλεως· ἴτω δέ τις
 
φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων
 
ἀγάλματʼ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ
 
γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις
 
ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ. 1435
 
σὺ δʼ, ὦ ξένʼ, ἐλθών, πελαγίους ἐς ἀγκάλας
 
τῷ τῆσδε πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε,
 
πάλιν πρὸς οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων,
 
ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ
 
στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς. 1440
Μενελέως
ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός,
 
βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.
 
ἕλκουσι δʼ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς
 
σπουδῇ σύναψαι· κἂν ἄκρᾳ θίγῃς χερί,
 
ἥξομεν ἵνʼ ἐλθεῖν βουλόμεσθα τῆς τύχης. 1445
 
ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.
 
κέκλησθέ μοι, θεοί, πολλά χρήσθʼ ἐμοῦ κλύειν
 
καὶ λύπρʼ· ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς,
 
ὀρθῷ δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν
 
δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε. 1450
← Önceki Epeisodion 3 · 3 / 3 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi