Thesauros Edebiyat Tragedya Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Eksodos

[Episode]
κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν·
Διόσκοροι
ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα,
 
καὶ τοῖς θεοῖς παρέσχε τοὔνομʼ, οὐκέτι·
 
ἐν τοῖσι δʼ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις
 
ἐλθεῖν τʼ ἐς οἴκους καὶ συνοικῆσαι πόσει. 1655
 
ἀλλʼ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,
 
νόμιζε δʼ αὐτὴν σωφρόνως πράσσειν τάδε.
 
πάλαι δʼ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,
 
ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς·
 
ἀλλʼ ἥσσονʼ ἦμεν τοῦ πεπρωμένου θʼ ἅμα 1660
 
καὶ τῶν θεῶν, οἷς ταῦτʼ ἔδοξεν ὧδʼ ἔχειν.
 
σοὶ μὲν τάδʼ αὐδῶ, συγγόνῳ δʼ ἐμῇ λέγω·
 
πλεῖ ξὺν πόσει σῷ· πνεῦμα δʼ ἕξετʼ οὔριον·
 
σωτῆρε δʼ ἡμεῖς σὼ κασιγνήτω διπλῶ
 
πόντον παριππεύοντε πέμψομεν πάτραν. 1665
 
ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον,
 
θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα
 
σπονδῶν μεθέξεις ξένιά τʼ ἀνθρώπων πάρα
 
ἕξεις μεθʼ ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται.
 
οὗ δʼ ὥρισέν σοι πρῶτα Μαιάδος τόκος, 1670
 
Σπάρτης ἀπάρας, τὸν κατʼ οὐρανὸν δρόμον,
 
κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,
 
— φρουρὸν παρʼ Ἀκτὴν τεταμένην νῆσον λέγω —
 
Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται,
 
ἐπεὶ κλοπαίαν σʼ ἐκ δόμων ἐδέξατο. 1675
 
καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα
 
μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον·
 
τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες,
 
τῶν δʼ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι.
Θεοκλύμενος
ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος 1680
← Önceki Eksodos · 6 / 7 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi