Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
φεῦ τὸ χρήσιμον φρενῶν 1740
Ἀντιγόνη
ἐς πατρός γε συμφορὰς
 
εὐκλεᾶ με θήσει·
 
τάλαινʼ ἐγὼ σῶν συγγόνου θʼ ὑβρισμάτων,
 
ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται
 
μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών, 1745
 
σκότια γᾷ καλύψω.
Οἰδίπους
πρὸς ἥλικας φάνηθι σάς.
Ἀντιγόνη
ἅλις ὀδυρμάτων ἐμῶν.
Οἰδίπους
σὺ δʼ ἀμφὶ βωμίους λιτὰς —
Ἀντιγόνη
κόρον ἔχουσʼ ἐμῶν κακῶν. 1750
Οἰδίπους
ἴθʼ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸς
 
ἄβατος ὄρεσι μαινάδων.
Ἀντιγόνη
Καδμείαν ᾧ νεβρίδα
 
στολιδωσαμένα ποτʼ ἐγὼ Σεμέλας 1755
 
θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα,
 
χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα;
Οἰδίπους
ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετʼ, Οἰδίπους ὅδε,
 
ὃς τὰ κλείνʼ αἰνίγματʼ ἔγνω καὶ μέγιστος ἦν ἀνήρ,
 
ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη, 1760
 
νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός.
 
ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι;
 
τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν.
Χορός
ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
 
βίοτον κατέχοις 1765
 
καὶ μὴ λήγοις στεφανοῦσα.
← Önceki Stasimon 5 · 14 / 14

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi