Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε 1590
Κρέων
σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν.
 
ἀλλʼ ἐκκομίζου. καὶ τάδʼ οὐχ ὕβρει λέγω
 
οὐδʼ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας
 
τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν.
Οἰδίπους
ὦ μοῖρʼ, ἀπʼ ἀρχῆς ὥς μʼ ἔφυσας ἄθλιον 1595
 
καὶ τλήμονʼ, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ·
 
ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν,
 
ἄγονον Ἀπόλλων Λαΐῳ μʼ ἐθέσπισεν
 
φονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ.
 
ἐπεὶ δʼ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ 1600
 
κτείνει με νομίσας πολέμιον πεφυκέναι·
 
χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ με
 
μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν·
 
οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελεν
 
ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα, 1605
 
ὅς μʼ οὐ διώλεσʼ, ἀλλὰ
 
δουλεῦσαί τέ μοι
 
δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην.
 
κτανὼν δʼ ἐμαυτοῦ πατέρʼ ὁ δυσδαίμων ἐγὼ
 
ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος,
 
παῖδάς τʼ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα, 1610
 
ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς.
 
οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκʼ ἐγὼ
 
ὥστʼ εἰς ἔμʼ ὄμματʼ ἔς τʼ ἐμῶν παίδων βίον
 
ἄνευ θεῶν του ταῦτʼ ἐμηχανησάμην.
 
εἶἑν· τί δράσω δῆθʼ ὁ δυσδαίμων ἐγώ; 1615
 
τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ;
 
ἥδʼ ἡ θανοῦσα; ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι.
 
ἀλλʼ εὔτεκνος ξυνωρίς; ἀλλʼ οὐκ ἔστι μοι.
← Önceki Stasimon 5 · 9 / 14 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi