Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Parodos

[Episode]
ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ
Ἀντιγόνη
χεῖρʼ ἀπὸ κλιμάκων
 
ποδὸς ἴχνος ἐπαντέλλων. 105
Παιδαγωγός
ἰδοὺ ξύναψον, παρθένʼ· ἐς καιρὸν δʼ ἔβης·
 
κινούμενον γὰρ τυγχάνει Πελασγικὸν
 
στράτευμα, χωρίζουσι δʼ ἀλλήλων λόχους.
Ἀντιγόνη
ἰὼ πότνια παῖ
 
Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν 110
 
πεδίον ἀστράπτει.
Παιδαγωγός
οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα,
 
πολλοῖς μὲν ἵπποις, μυρίοις δʼ ὅπλοις βρέμων.
Ἀντιγόνη
ἆρα πύλαι κλῄθροις — χαλκόδετʼ ἆρʼ ἔμβολα
 
λαϊνέοισιν Ἀμφίονος ὀργάνοις 115
 
τείχεος ἥρμοσται;
Παιδαγωγός
θάρσει· τά γʼ ἔνδον ἀσφαλῶς ἔχει πόλις.
 
ἀλλʼ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν.
Ἀντιγόνη
τίς οὗτος ὁ λευκολόφας,
 
πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδʼ 120
 
ἀμφὶ βραχίονι κουφίζων;
Παιδαγωγός
λοχαγός, ὦ δέσποινα.
Ἀντιγόνη
τίς, πόθεν γεγώς;
 
αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται;
Παιδαγωγός
οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος, 125
 
Λερναῖα δʼ οἰκεῖ νάμαθʼ, Ἱππομέδων ἄναξ.
Ἀντιγόνη
ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,
 
γίγαντι γηγενέτᾳ προσόμοιος
 
ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος
 
ἁμερίῳ γέννᾳ. 130
Παιδαγωγός
τὸν δʼ ἐξαμείβοντʼ οὐχ ὁρᾷς Δίρκης ὕδωρ;
Ἀντιγόνη
ἄλλος ἄλλος ὅδε τευχέων τρόπος.
← Önceki bölüm Parodos · 1 / 6 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi