Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Parodos

[Episode]
τίς δʼ ἐστὶν οὗτος;
Παιδαγωγός
παῖς μὲν Οἰνέως ἔφυ
 
Τυδεύς, Ἄρη δʼ Αἰτωλὸν ἐν στέρνοις ἔχει.
Ἀντιγόνη
οὗτος ὁ τᾶς Πολυνείκεος, 135
 
ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας
 
ὁμόγαμος κυρεῖ;
 
ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.
Παιδαγωγός
σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,
 
λόγχαις τʼ ἀκοντιστῆρες εὐστοχώτατοι. 140
Ἀντιγόνη
σὺ δʼ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε;
Παιδαγωγός
σημεῖʼ ἰδὼν τότʼ ἀσπίδων ἐγνώρισα,
 
σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων
 
ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.
Ἀντιγόνη
τίς δʼ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ 145
 
καταβόστρυχος, ὄμμασι γοργὸς
 
εἰσιδεῖν νεανίας,
 
λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ
 
πάνοπλος ἀμφέπει;
Παιδαγωγός
ὅδʼ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος. 150
Ἀντιγόνη
ἀλλά νιν ἁ κατʼ ὄρη μετὰ ματέρος
 
Ἄρτεμις ἱεμένα τόξοις δαμάσασʼ ὀλέσειεν,
 
ὃς ἐπʼ ἐμὰν πόλιν ἔβα πέρσων.
Παιδαγωγός
εἴη τάδʼ, ὦ παῖ. σὺν δίκῃ δʼ ἥκουσι γῆν·
 
ὃ καὶ δέδοικα μὴ σκοπῶσʼ ὀρθῶς θεοί. 155
Ἀντιγόνη
ποῦ δʼ ὃς ἐμοὶ μιᾶς ἐγένετʼ ἐκ ματρὸς
 
πολυπόνῳ μοίρᾳ;
 
ὦ φίλτατʼ, εἰπέ, ποῦ ʼστι Πολυνείκης, γέρον.
Παιδαγωγός
ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας
 
Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ. 160
 
ὁρᾷς;
← Önceki Parodos · 2 / 6 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi