Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Parodos

[Episode]
ὁρῶ δῆτʼ οὐ σαφῶς, ὁρῶ δέ πως
Ἀντιγόνη
μορφῆς τύπωμα στέρνα τʼ ἐξῃκασμένα.
 
ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι
 
διʼ αἰθέρος
 
πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δʼ ὠλένας 165
 
δέρᾳ φιλτάτᾳ βάλοιμʼ ἐν χρόνῳ
 
φυγάδα μέλεον. ὡς
 
ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,
 
ἑῴοις ὅμοια φλεγέθων βολαῖς ἀελίου.
Παιδαγωγός
ἥξει δόμους τούσδʼ, ὥστε σʼ ἐμπλῆσαι χαρᾶς, 170
 
ἔνσπονδος.
Ἀντιγόνη
οὗτος δʼ, ὦ γεραιέ, τίς κυρεῖ,
 
ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;
Παιδαγωγός
ὁ μάντις Ἀμφιάραος, ὦ δέσποινʼ, ὅδε·
 
σφάγια δʼ ἅμʼ αὐτῷ, γῆς φιλαίματοι ῥοαί.
Ἀντιγόνη
ὦ λιπαροζώνου θύγατερ Ἀελίου 175
 
Σελαναία, χρυσεόκυκλον φέγγος,
 
ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα
 
πώλοις μεταφέρων ἰθύνει.
 
ποῦ δʼ ὃς τὰ δεινὰ τῇδʼ ἐφυβρίζει πόλει;
Παιδαγωγός
Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεται 180
 
πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν.
Ἀντιγόνη
ἰώ,
 
Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί,
 
κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι
 
μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις·
 
ὅδʼ ἐστίν, αἰχμαλώτιδας 185
 
ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν
 
Λερναίᾳ τε δώσειν τριαίνᾳ,
 
Ποσειδανίοις Ἀμυμωνίοις
← Önceki Parodos · 3 / 6 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi