Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Parodos

[Choral 2]
ὧν μέτεστί μοι πόνων.
Χορός
ἀμφὶ δὲ πτόλιν νέφος 250
 
ἀσπίδων πυκνὸν φλέγει
 
σχῆμα φοινίου μάχης,
 
ἃν Ἄρης τάχʼ εἴσεται
 
παισὶν Οἰδίπου φέρων
 
πημονὰν Ἐρινύων. 255
 
Ἄργος ὦ Πελασγικόν,
 
δειμαίνω τὰν σὰν ἀλκάν,
 
καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον
 
εἰς ἀγῶνα τόνδʼ ἔνοπλος ὁρμᾷ παῖς
 
ὃς μετέρχεται δόμους. 260
← Önceki Parodos · 6 / 6 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi