Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 1

[Episode]
έχων ἀνῇξε μὲν ξίφους
Ἰοκάστη
ἐπʼ αὐτόχειρά τε σφαγάν,
 
ὑπὲρ τέραμνά τʼ ἀγχόνας,
 
στενάζων ἀρὰς τέκνοις·
 
σὺν ἀλαλαῖσι δʼ αἰὲν αἰαγμάτων 335
 
σκότια κρύπτεται.
 
σὲ δʼ, ὦ τέκνον, καὶ γάμοισι δὴ
 
κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν
 
ξένοισιν ἐν δόμοις ἔχειν
 
ξένον τε κῆδος ἀμφέπειν, 340
 
ἄλαστα ματρὶ τᾷδε Λα-
 
ίῳ τε τῷ παλαιγενεῖ,
 
γάμων ἐπακτὸν ἄταν.
 
ἐγὼ δʼ οὔτε σοι πυρὸς ἀνῆψα φῶς
 
νόμιμον ἐν γάμοις 345
 
ὡς πρέπει ματέρι μακαρίᾳ·
 
ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθη
 
λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν
 
πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας.
 
ὄλοιτο, τάδʼ εἴτε σίδαρος 350
 
εἴτʼ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,
 
εἴτε τὸ δαιμόνιον κατεκώμασε
 
δώμασιν Οἰδιπόδα·
 
πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδʼ ἄχη.
Χορός
δεινὸν γυναιξὶν αἱ διʼ ὠδίνων γοναί, 355
 
καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.
Πολυνείκης
μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην
 
ἐχθροὺς ἐς ἄνδρας· ἀλλʼ ἀναγκαίως ἔχει
 
πατρίδος ἐρᾶν ἅπαντας· ὃς δʼ ἄλλως λέγει,
 
λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει. 360
← Önceki Stasimon 1 · 2 / 14 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi