Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 1

[Episode]
στρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι.
Ἰοκάστη
ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;
Πολυνείκης
κἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας.
Ἰοκάστη
ἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;
Πολυνείκης
οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδʼ ἡμέρας. 425
Ἰοκάστη
πῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;
Πολυνείκης
δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,
 
Τυδεῖ τε κἀμοί· σύγγαμος γάρ ἐστʼ ἐμός·
 
ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δʼ ἐμέ.
 
πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι 430
 
πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δʼ, ἐμοὶ
 
διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι
 
πόλιν. θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίως
 
τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.
 
ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν, 435
 
μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους
 
παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν.
 
πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ·
 
τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα,
 
δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει. 440
 
ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων
 
λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ.
Χορός
καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε
 
χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν
 
τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα. 445
Ἐτεοκλῆς
μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς
 
ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου·
 
ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων
 
τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου
 
κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν 450
← Önceki Stasimon 1 · 5 / 14 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi