Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 1

[Episode]
καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶν
Ἰοκάστη
Ἰσότης ἔταξε κἀριθμὸν διώρισε,
 
νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς
 
ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,
 
κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον. 545
 
εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς
 
σὺ δʼ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον
 
καὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ʼστιν ἡ δίκη;
 
τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα,
 
τιμᾷς ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε; 550
 
περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.
 
ἢ πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασι
 
βούλῃ; τί δʼ ἔστι τὸ πλέον; ὄνομʼ ἔχει μόνον·
 
ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν.
 
οὔτοι τὰ χρήματʼ ἴδια κέκτηνται βροτοί, 555
 
τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα·
 
ὅταν δὲ χρῄζωσʼ, αὔτʼ ἀφαιροῦνται πάλιν.
 
ὁ δʼ ὄλβος οὐ βέβαιος, ἀλλʼ ἐφήμερος.
 
ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα,
 
πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις, 560
 
ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σʼ ὅδε;
 
Ἀργεῖά τʼ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ,
 
ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε,
 
ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας
 
βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας. 565
 
ὀδυνηρὸς ἆρʼ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν,
 
γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ.
 
σοὶ μὲν τάδʼ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω·
 
ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σʼ ἀνήψατο,
 
ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν. 570
← Önceki Stasimon 1 · 9 / 14 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi