Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 2

Ἐτεοκλῆς
ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς. 750
 
ὄνομα δʼ ἑκάστου διατριβὴ πολλὴ λέγειν,
 
ἐχθρῶν ὑπʼ αὐτοῖς τείχεσιν καθημένων.
 
ἀλλʼ εἶμʼ, ὅπως ἂν μὴ καταργῶμεν χέρα.
 
καί μοι γένοιτʼ ἀδελφὸν ἀντήρη λαβεῖν
 
καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί. 755
 
κτανεῖν θʼ, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.
 
γάμους δʼ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ
 
Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ,
 
σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δʼ ἐχέγγυον
 
τὴν πρόσθε ποιῶ νῦν ἐπʼ ἐξόδοις ἐμαῖς. 760
 
μητρὸς δʼ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν;
 
τρέφʼ ἀξίως νιν σοῦ τε τήν τʼ ἐμὴν χάριν.
 
πατὴρ δʼ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει,
 
ὄψιν τυφλώσας· οὐκ ἄγαν σφʼ ἐπῄνεσα·
 
ἡμᾶς δʼ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ. 765
 
ἓν δʼ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον
 
οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,
 
τοῦδʼ ἐκπυθέσθαι ταῦτʼ· ἐγὼ δὲ παῖδα σὸν
 
Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,
 
λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον· 770
 
σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,
 
ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην
 
ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.
 
πόλει δὲ καὶ σοὶ ταῦτʼ ἐπισκήπτω, Κρέον·
 
ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν 775
 
μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί,
 
θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ.
 
σοὶ μὲν τάδʼ εἶπον· προσπόλοις δʼ ἐμοῖς λέγω·
 
ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα,
← Önceki Epeisodion 2 · 3 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi