Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 2

[Choral 1]
ὦ πολύμοχθος Ἄρης, τί ποθʼ αἵματι
Χορός
καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς; 785
 
οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας
 
βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ
 
μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί,
 
ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας
 
αἵματι Θήβας 790
 
κῶμον ἀναυλότατον προχορεύεις.
 
οὐδʼ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ,
 
ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων
 
ἱππείαις ἐπὶ χεύμασι βαίνων
 
Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας
 
Σπαρτῶν γένναν, 795
 
ἀσπιδοφέρμονα θίασον ἐνόπλιον,
 
ἀντίπαλον κατὰ λάινα τείχεα
 
χαλκῷ κοσμήσας.
 
ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε
 
μήσατο πήματα γᾶς βασιλεῦσιν,
 
Λαβδακίδαις πολυμόχθοις. 800
 
ὦ ζαθέων πετάλων πολυθηρότα-
 
τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών,
 
μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμʼ Ἰοκάστας,
 
ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων,
 
χρυσοδέτοις περόναις ἐπίσαμον· 805
 
μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν
 
πένθεα γαίας
 
Σφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς,
 
ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς
 
τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς
 
γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας 810
← Önceki bölüm Stasimon 2 · 1 / 2 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi