Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 2

[Choral 1]
Καδμείοις ἐπιπέμπει· δυσδαίμων δʼ ἔρις ἄλλα
Χορός
θάλλει παίδων
 
Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν.
 
οὐ γὰρ ὃ μὴ καλὸν οὔποτʼ ἔφυ καλόν,
 
οὐδʼ οἱ μὴ νόμιμοι 815
 
παῖδες ματρὶ λόχευμα, μίασμα πατρός·
 
ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν.
 
[Choral]
ἔτεκες, ὦ Γαῖʼ, ἔτεκές ποτε,
Χορός
βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτʼ ἐν οἴκοις,
 
τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος 820
 
γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος·
 
Ἁρμονίας δέ ποτʼ εἰς ὑμεναίους
 
ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας
 
τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα
 
διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον, 825
 
Δίρκα χλοεροτρόφον ᾇ πεδίον
 
πρόπαρ Ἰσμηνοῦ καταδεύει·
 
Ἰώ θʼ, ἁ κερόεσσα προμάτωρ,
 
Καδμείων βασιλῆας ἐγείνατο,
 
μυριάδας δʼ ἀγαθῶν ἑτέροις ἑτέ- 830
 
ρας μεταμειβομένα πόλις ἅδʼ ἐπʼ ἄκροις ἕστακʼ
 
Ἀρηΐοις στεφάνοισιν.
← Önceki Stasimon 2 · 2 / 2 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi