Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 3

Τειρεσίας
ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῷ ποδὶ
 
ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς· 835
 
δεῦρʼ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσʼ ἐμόν,
 
πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ·
 
κλήρους τέ μοι φύλασσε παρθένῳ χερί,
 
οὓς ἔλαβον οἰωνίσματʼ ὀρνίθων μαθὼν
 
θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι. 840
 
τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι
 
πόση τις ἡ ʼπίλοιπος ἄστεως ὁδὸς
 
πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ,
 
πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.
Κρέων
θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς 845
 
ἐξώρμισαι σὸν πόδα· λαβοῦ δʼ αὐτοῦ, τέκνον·
 
ὡς πᾶσʼ ἀπήνη πούς τε πρεσβύτου φιλεῖ
 
χειρὸς θυραίας ἀναμένειν κουφίσματα.
Τειρεσίας
εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον;
Κρέων
οὔπω λελήσμεθʼ· ἀλλὰ σύλλεξαι σθένος 850
 
καὶ πνεῦμʼ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.
Τειρεσίας
κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο
 
δεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας·
 
κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,
 
οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ· 855
 
καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω
 
λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.
Κρέων
οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη·
 
ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ,
 
δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών. 860
 
βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις
 
ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα·
 
ἐμοὶ δʼ ἐπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα,
← Önceki bölüm Epeisodion 3 · 1 / 7 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi