Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 3

Κρέων
Αἰτωλίδʼ ἐς γῆν.
Μενοικεύς
ἐκ δὲ τῆσδε ποῖ περῶ;
Κρέων
Θεσπρωτὸν οὖδας.
Μενοικεύς
σεμνὰ Δωδώνης βάθρα;
Κρέων
ἔγνως.
Μενοικεύς
τί δὴ τόδʼ ἔρυμά μοι γενήσεται;
Κρέων
πόμπιμος ὁ δαίμων.
Μενοικεύς
χρημάτων δὲ τίς πόρος;
Κρέων
ἐγὼ πορεύσω χρυσόν. 985
Μενοικεύς
εὖ λέγεις, πάτερ. 985
 
χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών,
 
ἧς πρῶτα μαστὸν εἵλκυσʼ, Ἰοκάστην λέγω,
 
μητρὸς στερηθεὶς ὀρφανός τʼ ἀποζυγείς —
 
προσηγορήσων εἶμι καὶ σῴσων βίον.
 
ἀλλʼ εἶα, χώρει· μὴ τὸ σὸν κωλυέτω. — 990
 
γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,
 
κλέψας λόγοισιν, ὥσθʼ ἃ βούλομαι τυχεῖν·
 
ὅς μʼ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,
 
καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲν
 
γέροντι, τοὐμὸν δʼ οὐχὶ συγγνώμην ἔχει, 995
 
προδότην γενέσθαι πατρίδος ἥ μʼ ἐγείνατο.
 
ὡς οὖν ἂν εἰδῆτʼ, εἶμι καὶ σῴσω πόλιν
 
ψυχήν τε δώσω τῆσδʼ ὑπερθανεῖν χθονός.
 
αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι
 
κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι 1000
 
στάντες παρʼ ἀσπίδʼ οὐκ ὀκνήσουσιν θανεῖν,
 
πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ·
 
ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς
 
πόλιν τʼ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς
 
ἄπειμʼ· ὅπου δʼ ἂν ζῶ, κακὸς φανήσομαι. 1005
← Önceki Epeisodion 3 · 6 / 7 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi