Thesauros Edebiyat Tragedya Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 4

Ἄγγελος
ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸς
 
ἀλκὴ διʼ ὀλίγου. περγάμων δʼ ἀπʼ ὀρθίων
 
λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν
 
Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας 1100
 
δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός.
 
παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ
 
ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.
 
καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις
 
λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα 1105
 
ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος,
 
ἐπίσημʼ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει,
 
ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον
 
χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας
 
πύλας ἐχώρει σφάγιʼ ἔχων ἐφʼ ἅρματι 1110
 
ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖʼ ἔχων
 
ὑβρισμένʼ, ἀλλὰ σωφρόνως ἄσημʼ ὅπλα.
 
Ὠγύγια δʼ ἐς πυλώμαθʼ Ἱππομέδων ἄναξ
 
ἔστειχʼ ἔχων σημεῖον ἐν μέσῳ σάκει
 
στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα, 1115
 
τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα
 
βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα,
 
ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν.
 
Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις
 
Τυδεύς, λέοντος δέρος ἔχων ἐπʼ ἀσπίδι 1120
 
χαίτῃ πεφρικός· δεξιᾷ δὲ λαμπάδα
 
Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν.
 
ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις
 
Ἄρη προσῆγε· Ποτνιάδες δʼ ἐπʼ ἀσπίδι
 
ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ, 1125
 
εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι
← Önceki Epeisodion 4 · 2 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi