Thesauros Edebiyat Tragedya Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Epeisodion 3

Ἄγγελος
Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,
 
θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ, 905
 
πιθανὸς ἔτʼ αὐτοὺς περιβαλεῖν κακῷ τινι·
 
ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶς
 
πείθῃ τὸ πλῆθος, τῇ πόλει κακὸν μέγα·
 
ὅσοι δὲ σὺν νῷ χρηστὰ βουλεύουσʼ ἀεί,
 
κἂν μὴ παραυτίκʼ, αὖθίς εἰσι χρήσιμοι 910
 
πόλει. θεᾶσθαι δʼ ὧδε χρὴ τὸν προστάτην
 
ἰδόνθʼ· ὅμοιον γὰρ τὸ χρῆμα γίγνεται
 
τῷ τοὺς λόγους λέγοντι καὶ τιμωμένῳ.
 
ὃς εἶπʼ Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροις
 
βάλλοντας· ὑπὸ δʼ ἔτεινε Τυνδάρεως λόγους 915
 
τῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν.
 
ἄλλος δʼ ἀναστὰς ἔλεγε τῷδʼ ἐναντία,
 
μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δʼ ἀνήρ,
 
ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,
 
αὐτουργός — οἵπερ καὶ μόνοι σῴζουσι γῆν — 920
 
ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,
 
ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον·
 
ὃς εἶπʼ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
 
στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,
 
κακὴν γυναῖκα κἄθεον κατακτανών, 925
 
ἣ κεῖνʼ ἀφῄρει, μήθʼ ὁπλίζεσθαι χέρα
 
μήτε στρατεύειν ἐκλιπόντα δώματα,
 
εἰ τἄνδον οἰκουρήμαθʼ οἱ λελειμμένοι
 
φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.
 
καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο. 930
 
κοὐδεὶς ἔτʼ εἶπε. σὸς δʼ ἐπῆλθε σύγγονος,
 
ἔλεξε δʼ· ὦ γῆν Ἰνάχου κεκτημένοι,
 
πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον,
← Önceki Epeisodion 3 · 3 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi