Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Prologos

Ἀγαμέμνων
ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.
 
τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες δορί, 80
 
τεύχη λαβόντες στενόπορʼ Αὐλίδος βάθρα
 
ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θʼ ὁμοῦ
 
ἵπποις τε πολλοῖς ἅρμασίν τʼ ἠσκημένοι.
 
κἀμὲ στρατηγεῖν κἆτα Μενέλεω χάριν
 
εἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲ 85
 
ἄλλος τις ὤφελʼ ἀντʼ ἐμοῦ λαβεῖν τόδε.
 
ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ
 
ἥμεσθʼ ἀπλοίᾳ χρώμενοι κατʼ Αὐλίδα.
 
Κάλχας δʼ ὁ μάντις ἀπορίᾳ κεχρημένοις
 
ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρʼ ἐγὼ 90
 
Ἀρτέμιδι θῦσαι τῇ τόδʼ οἰκούσῃ πέδον,
 
καὶ πλοῦν τʼ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν
 
θύσασι, μὴ θύσασι δʼ οὐκ εἶναι τάδε.
 
κλύων δʼ ἐγὼ ταῦτʼ, ὀρθίῳ κηρύγματι
 
Ταλθύβιον εἶπον πάντʼ ἀφιέναι στρατόν, 95
 
ὡς οὔποτʼ ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν.
 
οὗ δή μʼ ἀδελφὸς πάντα προσφέρων λόγον
 
ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς
 
γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν
 
πέμπειν Ἀχιλλεῖ θυγατέρʼ ὡς γαμουμένην, 100
 
τό τʼ ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος,
 
συμπλεῖν τʼ Ἀχαιοῖς οὕνεκʼ οὐ θέλοι λέγων,
 
εἰ μὴ παρʼ ἡμῶν εἶσιν ἐς Φθίαν λέχος·
 
πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτʼ ἐμήν,
 
ψευδῆ συνάψας ἀντὶ παρθένου γάμον. 105
 
μόνοι δʼ Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδε
 
Κάλχας Ὀδυσσεὺς Μενέλεώς θʼ. ἃ δʼ οὐ καλῶς
 
ἔγνων τότʼ, αὖθις μεταγράφω καλῶς πάλιν
← Önceki Prologos · 2 / 3 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi