Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 4

[Choral]
δαισιν, ὦ κόραι, πρόθυμα δʼ 1310
Ἰφιγένεια
ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον.
 
ὁ δὲ τεκών με τὰν τάλαιναν,
 
ὦ μᾶτερ ὦ μᾶτερ,
 
οἴχεται προδοὺς ἔρημον.
 
ὦ δυστάλαινʼ ἐγώ, πικρὰν 1315
 
πικρὰν ἰδοῦσα δυσελέναν,
 
φονεύομαι διόλλυμαι
 
σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός.
 
μή μοι ναῶν χαλκεμβολάδων
 
πρύμνας ἅδʼ Αὐλὶς δέξασθαι 1320
 
τούσδʼ εἰς ὅρμους ἐς Τροίαν
 
ὤφελεν ἐλάταν πομπαίαν,
 
μηδʼ ἀνταίαν Εὐρίπῳ
 
πνεῦσαι πομπὰν Ζεύς, μειλίσσων
 
αὔραν ἄλλοις ἄλλαν θνατῶν 1325
 
λαίφεσι χαίρειν,
 
τοῖσι δὲ λύπαν, τοῖσι δʼ ἀνάγκαν,
 
τοῖς δʼ ἐξορμᾶν, τοῖς δὲ στέλλειν,
 
τοῖσι δὲ μέλλειν.
 
ἦ πολύμοχθον ἄρʼ ἦν γένος, ἦ πολύμοχθον 1330
 
ἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμον
 
ἀνδράσιν ἀνευρεῖν.
 
ἰὼ ἰώ,
 
μεγάλα πάθεα, μεγάλα δʼ ἄχεα
 
Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα. 1335
← Önceki Stasimon 4 · 2 / 2 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi