Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Eksodos

[Episode]
μὴ σύ γʼ· οὐ καλῶς λέγεις.
Κλυταιμήστρα
πέπλων ἐχομένη σῶν. 1460
Ἰφιγένεια
ἐμοί, μῆτερ, πιθοῦ· 1460
 
μένʼ· ὡς ἐμοί τε σοί τε κάλλιον τόδε.
 
πατρὸς δʼ ὀπαδῶν τῶνδέ τίς με πεμπέτω
 
Ἀρτέμιδος ἐς λειμῶνʼ, ὅπου σφαγήσομαι.
Κλυταιμήστρα
ὦ τέκνον, οἴχῃ;
Ἰφιγένεια
καὶ πάλιν γʼ οὐ μὴ μόλω.
Κλυταιμήστρα
λιποῦσα μητέρα; 1465
Ἰφιγένεια
ὡς ὁρᾷς γʼ, οὐκ ἀξίως. 1465
Κλυταιμήστρα
σχές, μή με προλίπῃς.
Ἰφιγένεια
οὐκ ἐῶ στάζειν δάκρυ.
 
ὑμεῖς δʼ ἐπευφημήσατʼ, ὦ νεάνιδες,
 
παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην
 
Ἄρτεμιν· ἴτω δὲ Δαναΐδαις εὐφημία.
 
κανᾶ δʼ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ 1470
 
προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς
 
ἐνδεξιούσθω βωμόν· ὡς σωτηρίαν
 
Ἕλλησι δώσουσʼ ἔρχομαι νικηφόρον.
← Önceki Eksodos · 6 / 6 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi