Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 2

[Episode]
Θέτις δʼ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;
Ἀγαμέμνων
Χείρων, ἵνʼ ἤθη μὴ μάθοι κακῶν βροτῶν.
Κλυταιμήστρα
φεῦ· 710
 
σοφός γʼ ὁ θρέψας χὡ διδοὺς σοφώτερος. 710
Ἀγαμέμνων
τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.
Κλυταιμήστρα
οὐ μεμπτός. οἰκεῖ δʼ ἄστυ ποῖον Ἑλλάδος;
Ἀγαμέμνων
Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.
Κλυταιμήστρα
ἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον;
Ἀγαμέμνων
κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ. 715
Κλυταιμήστρα
ἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ;
Ἀγαμέμνων
ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.
Κλυταιμήστρα
προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ;
Ἀγαμέμνων
μέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.
Κλυταιμήστρα
κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον; 720
Ἀγαμέμνων
θύσας γε θύμαθʼ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς.
Κλυταιμήστρα
ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;
Ἀγαμέμνων
ἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις.
Κλυταιμήστρα
καλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως.
Ἀγαμέμνων
οἶσθʼ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι. 725
Κλυταιμήστρα
τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.
Ἀγαμέμνων
ἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ ὁ νυμφίος—
Κλυταιμήστρα
μητρὸς τί χωρὶς δράσεθʼ, ἃ ἐμὲ δρᾶν χρεών;
Ἀγαμέμνων
ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.
Κλυταιμήστρα
ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν; 730
Ἀγαμέμνων
χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.
Κλυταιμήστρα
λιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα;
Ἀγαμέμνων
ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.
Κλυταιμήστρα
οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα.
Ἀγαμέμνων
οὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ. 735
Κλυταιμήστρα
καλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα.
← Önceki Stasimon 2 · 5 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi