Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 3

[Episode]
δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.
Κλυταιμήστρα
οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδʼ ἄγειν θανουμένην;
Πρεσβύτης
μὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότʼ εὖ.
Κλυταιμήστρα
κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;
Πρεσβύτης
Μενέλεως ἀφείλεθʼ ἡμᾶς, ὃς κακῶν τῶνδʼ αἴτιος. 895
Κλυταιμήστρα
ὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε;
Ἀχιλλεύς
ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δʼ ἐμὸν οὐ φαύλως φέρω.
Κλυταιμήστρα
παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.
Ἀχιλλεύς
μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω.
Κλυταιμήστρα
οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ, 900
 
θνητὸς ἐκ θεᾶς γεγῶτα· τί γὰρ ἐγὼ σεμνύνομαι;
 
ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι;
 
ἀλλʼ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τʼ ἐμῇ δυσπραξίᾳ
 
τῇ τε λεχθείσῃ δάμαρτι σῇ — μάτην μέν, ἀλλʼ ὅμως.
 
σοὶ καταστέψασʼ ἐγώ νιν ἦγον ὡς γαμουμένην, 905
 
νῦν δʼ ἐπὶ σφαγὰς κομίζω· σοὶ δʼ ὄνειδος ἵξεται,
 
ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,
 
ἀλλʼ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.
 
πρὸς γενειάδος σε, πρός σε δεξιᾶς, πρὸς μητέρος —
 
ὄνομα γὰρ τὸ σόν μʼ ἀπώλεσʼ, ᾧ σʼ ἀμυναθεῖν χρεών — 910
 
οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ·
 
οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι· τὰ δʼ Ἀγαμέμνονος κλύεις,
 
ὠμὰ καὶ πάντολμʼ· ἀφῖγμαι δʼ, ὥσπερ εἰσορᾷς, γυνὴ
 
ναυτικὸν στράτευμʼ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ—
 
χρήσιμον δʼ, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου 915
 
χεῖρʼ ὑπερτεῖναι, σεσῴσμεθʼ· εἰ δὲ μή, οὐ σεσῴσμεθα.
Χορός
δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα
 
πᾶσίν τε κοινὸν ὥσθʼ ὑπερκάμνειν τέκνων.
Ἀχιλλεύς
ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω·
 
ἐπίσταμαι δὲ τοῖς κακοῖσί τʼ ἀσχαλᾶν 920
← Önceki Epeisodion 3 · 4 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi