Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 3

[Episode]
μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσʼ ἄγαν. 980
Κλυταιμήστρα
αἰσχύνομαι δὲ παραφέρουσʼ οἰκτροὺς λόγους,
 
ἰδίᾳ νοσοῦσα· σὺ δʼ ἄνοσος κακῶν ἐμῶν.
 
ἀλλʼ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖ
 
ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν.
 
οἴκτιρε δʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν· 985
 
ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσʼ ἔχειν,
 
κενὴν κατέσχον ἐλπίδʼ· εἶτά σοι τάχα
 
ὄρνις γένοιτʼ ἂν τοῖσι μέλλουσιν γάμοις
 
θανοῦσʼ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών.
 
ἀλλʼ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη· 990
 
σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.
 
βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ;
 
ἀπαρθένευτα μὲν τάδʼ· εἰ δέ σοι δοκεῖ,
 
ἥξει, διʼ αἰδοῦς ὄμμʼ ἔχουσʼ ἐλεύθερον.
 
εἰ δʼ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν, 995
 
μενέτω κατʼ οἴκους· σεμνὰ γὰρ σεμνύνεται.
 
ὅμως δʼ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών.
Ἀχιλλεύς
σὺ μήτε σὴν παῖδʼ ἔξαγʼ ὄψιν εἰς ἐμήν,
 
μήτʼ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι·
 
στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν, 1000
 
λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.
 
πάντως δέ μʼ ἱκετεύοντέ θʼ ἥξετʼ εἰς ἴσον,
 
εἴ τʼ ἀνικέτευτος· εἷς ἐμοὶ γάρ ἐστʼ ἀγὼν
 
μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν.
 
ὡς ἕν γʼ ἀκούσασʼ ἴσθι, μὴ ψευδῶς μʼ ἐρεῖν· 1005
 
ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν,
 
θάνοιμι· μὴ θάνοιμι δʼ, ἢν σῴσω κόρην.
Κλυταιμήστρα
ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.
Ἀχιλλεύς
ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμʼ ἔχῃ καλῶς.
← Önceki Epeisodion 3 · 7 / 8 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi