Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 4

Κλυταιμήστρα
ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν,
 
χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας.
 
ἐν δακρύοισι δʼ ἡ τάλαινα παῖς ἐμή, 1100
 
πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων,
 
θάνατον ἀκούσασʼ, ὃν πατὴρ βουλεύεται.
 
μνήμην δʼ ἄρʼ εἶχον πλησίον βεβηκότος
 
Ἀγαμέμνονος τοῦδʼ, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις
 
ἀνόσια πράσσων αὐτίχʼ εὑρεθήσεται. 1105
Ἀγαμέμνων
Λήδας γένεθλον, ἐν καλῷ σʼ ἔξω δόμων
 
ηὕρηχʼ, ἵνʼ εἴπω παρθένου χωρὶς λόγους
 
οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει.
Κλυταιμήστρα
τί δʼ ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται;
Ἀγαμέμνων
ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα· 1110
 
ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι,
 
προχύται τε βάλλειν πῦρ καθάρσιον χεροῖν,
 
μόσχοι τε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεών.
 
Ἀρτέμιδι, μέλανος αἵματος φυσήματα.
Κλυταιμήστρα
τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δʼ ἔργα σου 1115
 
οὐκ οἶδʼ ὅπως χρή μʼ ὀνομάσασαν εὖ λέγειν.
 
χώρει δέ, θύγατερ, ἐκτός — οἶσθα γὰρ πατρὸς
 
πάντως ἃ μέλλει — χὑπὸ τοῖς πέπλοις ἄγε
 
λαβοῦσʼ Ὀρέστην, σὸν κασίγνητον, τέκνον.
 
ἰδοὺ πάρεστιν ἥδε πειθαρχοῦσά σοι. 1120
 
τὰ δʼ ἄλλʼ ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω.
Ἀγαμέμνων
τέκνον, τί κλαίεις, οὐδʼ ἔθʼ ἡδέως ὁρᾷς,
 
ἐς γῆν δʼ ἐρείσασʼ ὄμμα πρόσθʼ ἔχεις πέπλους;
Κλυταιμήστρα
φεῦ·
 
τίνʼ ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν;
 
ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρα 1125
 
κἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ.
← Önceki bölüm Epeisodion 4 · 1 / 7 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi