Thesauros Edebiyat Tragedya Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 4

Κλυταιμήστρα
ἵπποισι μαρμαίροντʼ ἐπεστρατευσάτην·
 
πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σʼ ἐρρύσατο 1155
 
ἱκέτην γενόμενον, τἀμὰ δʼ ἔσχες αὖ λέχη.
 
οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους
 
συμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή,
 
ἔς τʼ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν
 
μέλαθρον αὔξουσʼ, ὥστε σʼ εἰσιόντα τε 1160
 
χαίρειν θύραζέ τʼ ἐξιόντʼ εὐδαιμονεῖν.
 
σπάνιον δὲ θήρευμʼ ἀνδρὶ τοιαύτην λαβεῖν
 
δάμαρτα· φλαύραν δʼ οὐ σπάνις γυναῖκʼ ἔχειν.
 
τίκτω δʼ ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι
 
τόνδʼ, ὧν μιᾶς σὺ τλημόνως μʼ ἀποστερεῖς. 1165
 
κἄν τίς σʼ ἔρηται τίνος ἕκατί νιν κτενεῖς,
 
λέξον, τί φήσεις; ἢ ʼμὲ χρὴ λέγειν τὰ σά;
 
Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸν γένος,
 
κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα.
 
τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα. 1170
 
ἄγʼ, εἰ στρατεύσῃ καταλιπών μʼ ἐν δώμασιν,
 
κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας,
 
τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς;
 
ὅταν θρόνους τῆσδʼ εἰσίδω πάντας κενούς,
 
κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις 1175
 
μόνη κάθωμαι, τήνδε θρηνῳδοῦσʼ ἀεί·
 
Ἀπώλεσέν σʼ, ὦ τέκνον, ὁ φυτεύσας πατήρ,
 
αὐτὸς κτανών, οὐκ ἄλλος οὐδʼ ἄλλῃ χερί,
 
τοιόνδε νόστον καταλιπὼν πρὸς τοὺς δόμους.
 
ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον, 1180
 
ἐφʼ ᾗ σʼ ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι
 
δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών.
 
μὴ δῆτα πρὸς θεῶν μήτʼ ἀναγκάσῃς ἐμὲ
← Önceki Epeisodion 4 · 3 / 7 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi