Thesauros Edebiyat Tragedya Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Parodos

[Choral 1]
ἁρμόσατε ψαλίοις ἵππους.
Χορός
— τίς εἶσʼ ἐπὶ Πανθοΐδαν,
 
ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
 
— ποῦ σφαγίων ἔφοροι; 30
 
— ποῦ δὲ γυμνήτων μόναρχοι
 
τοξοφόροι τε Φρυγῶν;
 
— ζεύγνυτε κερόδετα τόξα νευραῖς.
[Choral]
τὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν,
Ἕκτωρ
τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς. 35
 
ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾷ
 
μάστιγι φοβῇ; φυλακὰς δὲ λιπὼν
 
κινεῖς στρατιάν. τί θροεῖς; τί σε φῶ
 
νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν
 
οὐδὲν τρανῶς ἀπέδειξας. 40
[Choral 1]
— πύρʼ αἴθει στρατὸς Ἀργόλας,
Χορός
Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν,
 
διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
 
πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸς
 
ἐννύχιος θορύβῳ σκηνάν, 45
 
νέαν τινʼ ἐφιέμενοι
 
βάξιν. οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθη
 
ναυσιπόρος στρατιά.
 
σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον,
 
ἤλυθον ἄγγελος, ὡς 50
 
μήποτʼ ἐς ἐμέ τινα μέμψιν εἴπῃς.
← Önceki Parodos · 2 / 2 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi