Thesauros Edebiyat Tragedya Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 5

[Episode 1]
σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.
Ἡνίοχος
τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων
 
τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;
 
ἡμεῖς δʼ ἑκὰς τετρώμεθʼ, οἳ δὲ μειζόνως
 
παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος. 850
 
ἁπλῶς δʼ Ἀχαιῶν οὐδένʼ αἰτιώμεθα.
 
τίς δʼ ἂν χαμεύνας πολεμίων κατʼ εὐφρόνην
 
Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν
 
ἔφραζε τοῖς κτανοῦσιν; οὐδʼ ἀφιγμένον
 
τὸ πάμπαν ᾖσαν· ἀλλὰ μηχανᾷ τάδε. 855
Ἕκτωρ
χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα
 
ὅσονπερ ἐν γῇ τῇδʼ Ἀχαιικὸς λεώς,
 
κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων·
 
ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα. μή μʼ ἔρως ἕλοι
 
τοιοῦτος ἵππων ὥστʼ ἀποκτείνειν φίλους. 860
 
καὶ ταῦτʼ Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε
 
ἔδρασεν ἢ ʼβούλευσεν Ἀργείων ἀνήρ;
 
δέδοικα δʼ αὐτὸν καί τί μου θράσσει φρένας,
 
μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ·
 
χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται. 865
Ἡνίοχος
οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας·
 
ἡμεῖς δʼ ὑπʼ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.
Ἕκτωρ
σὺ δʼ οὖν νόμιζε ταῦτʼ, ἐπείπερ σοι δοκεῖ.
Ἡνίοχος
ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;
Ἕκτωρ
μὴ θνῇσχʼ· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος. 870
Ἡνίοχος
ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος;
Ἕκτωρ
οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.
Ἡνίοχος
καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;
Ἕκτωρ
ὅδʼ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων.
Ἡνίοχος
ὄλοιθʼ ὁ δράσας. οὐ γὰρ ἐς σὲ τείνεται 875
← Önceki Stasimon 5 · 5 / 10 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi