Thesauros Edebiyat Tragedya Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Epeisodion 3

Ὀδυσσεύς
Διόμηδες, οὐκ ἤκουσας — ἢ κενὸς ψόφος 565
 
στάζει διʼ ὤτων; — τευχέων τινὰ κτύπον;
Διομήδης
οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων
 
κλάζει σιδήρου· κἀμέ τοι, πρὶν ᾐσθόμην
 
δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.
Ὀδυσσεύς
ὅρα κατʼ ὄρφνην μὴ φύλαξιν ἐντύχῃς. 570
Διομήδης
φυλάξομαί τοι κἀν σκότῳ τιθεὶς πόδα.
Ὀδυσσεύς
ἢν δʼ οὖν ἐγείρῃς, οἶσθα σύνθημα στρατοῦ;
Διομήδης
Φοῖβον Δόλωνος οἶδα σύμβολον κλύων.
Ὀδυσσεύς
ἔα·
 
εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.
Διομήδης
καὶ μὴν Δόλων γε τάσδʼ ἔφραζεν Ἕκτορος 575
 
κοίτας, ἐφʼ ᾧπερ ἔγχος εἵλκυσται τόδε.
Ὀδυσσεύς
τί δῆτʼ ἂν εἴη; μῶν λόχος βέβηκέ ποι;
Διομήδης
ἴσως ἐφʼ ἡμῖν μηχανὴν στήσων τινά.
Ὀδυσσεύς
θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.
Διομήδης
τί δῆτʼ, Ὀδυσσεῦ, δρῶμεν; οὐ γὰρ ηὕρομεν 580
 
τὸν ἄνδρʼ ἐν εὐναῖς, ἐλπίδων δʼ ἡμάρτομεν.
Ὀδυσσεύς
στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας.
 
σῴζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶν
 
τίθησιν· ἡμῖν δʼ οὐ βιαστέον τύχην.
Διομήδης
οὐκ οὖν ἐπʼ Αἰνέαν ἢ τὸν ἔχθιστον Φρυγῶν 585
 
Πάριν μολόντε χρὴ καρατομεῖν ξίφει;
Ὀδυσσεύς
πῶς οὖν ἐν ὄρφνῃ πολεμίων ἀνὰ στρατὸν
 
ζητῶν δυνήσῃ τούσδʼ ἀκινδύνως κτανεῖν;
Διομήδης
αἰσχρόν γε μέντοι ναῦς ἐπʼ Ἀργείων μολεῖν
 
δράσαντε μηδὲν πολεμίους νεώτερον. 590
Ὀδυσσεύς
πῶς δʼ οὐ δέδρακας; οὐ κτανόντε ναυστάθμων
 
κατάσκοπον Δόλωνα σῴζομεν τάδε
 
σκυλεύματʼ; ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς;
← Önceki bölüm Epeisodion 3 · 1 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi