Thesauros Edebiyat Tragedya Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Epeisodion 3

Διομήδης
ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ·
 
τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός. 625
 
χρὴ δʼ ἄνδρα τάσσειν οὗ μάλιστʼ ἂν ὠφελοῖ.
Ἀθήνα
καὶ μὴν καθʼ ἡμᾶς τόνδʼ Ἀλέξανδρον βλέπω
 
στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον
 
δόξας ἀσήμους πολεμίων μεμβλωκότων.
Διομήδης
πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται; 630
Ἀθήνα
μόνος· πρὸς εὐνὰς δʼ, ὡς ἔοικεν, Ἕκτορος
 
χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.
Διομήδης
οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή;
Ἀθήνα
οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον.
 
τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν. 635
 
ἀλλʼ ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς,
 
τάχυνʼ· ἐγὼ δέ, τῷδε σύμμαχος Κύπρις
 
δοκοῦσʼ ἀρωγὸς ἐν πόνοις παραστατεῖν,
 
σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρʼ ἀμείψομαι.
 
καὶ ταῦτʼ ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν, 640
 
οὐκ οἶδεν οὐδʼ ἤκουσεν ἐγγὺς ὢν λόγου.
Ἀλέξανδρος
σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,
 
Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί σε χρῆν;
 
ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,
 
ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες. 645
Ἀθήνα
θάρσει· φυλάσσει σʼ ἥδε πρευμενὴς Κύπρις.
 
μέλει δʼ ὁ σός μοι πόλεμος, οὐδʼ ἀμνημονῶ
 
τιμῆς, ἐπαινῶ δʼ εὖ παθοῦσα πρὸς σέθεν.
 
καὶ νῦν ἐπʼ εὐτυχοῦντι Τρωικῷ στρατῷ
 
ἥκω πορεύουσʼ ἄνδρα σοι μέγαν φίλον, 650
 
τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶς
 
Μούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
Ἀλέξανδρος
αἰεί ποτʼ εὖ φρονοῦσα τυγχάνεις πόλει
← Önceki Epeisodion 3 · 3 / 4 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi