Thesauros Edebiyat Tragedya Κύκλωψ

Κύκλωψ

Κύκλωψ Euripides

Epeisodion 1

Ὀδυσσεύς
ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως·
 
μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλους
 
κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·
 
οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν νεῶν ἕδρας 290
 
ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς.
 
ἱερεύς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴν
 
Μαλέας τ’ ἄκροι κευθμῶνες ἥ τε Σουνίου
 
δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα
 
Γεραίστιοί τε καταφυγαί· τὰ θ’ Ἑλλάδος 295
 
δύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν·
 
ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς
 
οἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.
 
νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ,
 
ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους 300
 
ξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι,
 
οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη
 
ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.
 
ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα,
 
πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον, 305
 
ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσεν
 
πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους
 
σὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν,
 
ποῖ τρέψεταί τις; ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ·
 
πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’ εὐσεβὲς 310
 
τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ
 
κέρδη πονηρὰ ζημίαν ἠμείψατο.
Σιληνός
παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν
 
μηδὲν λίπῃς τοῦδ’, ἤν τε τὴν γλῶσσαν δάκῃς,
 
κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ. 315
Κύκλωψ
ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,
← Önceki Epeisodion 1 · 8 / 10 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi