Epeisodion 1
Δηιάνειρα
πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει
πάθημα τοὐμόν· ὡς δʼ ἐγὼ θυμοφθορῶ,
μήτʼ ἐκμάθοις παθοῦσα νῦν τʼ ἄπειρος εἶ.
τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται
χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ
145
οὐδʼ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,
ἀλλʼ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον
ἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου γυνὴ
κληθῇ λάβῃ τʼ ἐν νυκτὶ φροντίδων μέρος,
ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη.
150
τότʼ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν
πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.
πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγʼ ἐκλαυσάμην·
ἓν δʼ, οἷον οὔπω πρόσθεν, αὐτίκʼ ἐξερῶ.
ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ
155
ὡρμᾶτʼ ἀπʼ οἴκων Ἡρακλῆς, τότʼ ἐν δόμοις
λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην
ξυνθήμαθʼ, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,
πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,
ἀλλʼ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.
160
νῦν δʼ ὡς ἔτʼ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τι
χρείη μʼ ἑλέσθαι κτῆσιν εἶπε δʼ ἣν τέκνοις
μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,
χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα
χώρας ἀπείη κἀνιαύσιον βεβώς,
165
τότʼ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ
ἢ τοῦθʼ ὑπεκδραμόντα τοῦ χρόνου τέλος
τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.
τοιαῦτʼ ἔφραζε πρὸς θεῶν εἱμαρμένα
τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,
170