Epeisodion 2
Λίχας
βέβαιον, οὔ τι μὴ σφαλῶ γʼ ἐν σοί ποτε,
τὸ μὴ οὐ τόδʼ ἄγγος ὡς ἔχει δεῖξαι φέρων,
λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.
Δηιάνειρα
στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι
τά γʼ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.
625
Λίχας
ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.
Δηιάνειρα
ἀλλʼ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν
προσδέγματʼ, αὐτὴν ὡς ἐδεξάμην φίλως.
Λίχας
ὥστʼ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.
Δηιάνειρα
τί δῆτʼ ἂν ἄλλο γʼ ἐννέποις; δέδοικα γὰρ
630
μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,
πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.