Thesauros Edebiyat Tragedya Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Stasimon 2

[Episode]
καὶ μὴν πρὸ πυλῶν ἥδʼ Ἰσμήνη,
Χορός
φιλάδελφα κάτω δάκρυʼ εἰβομένη·
 
νεφέλη δʼ ὀφρύων ὕπερ αἱματόεν
 
ῥέθος αἰσχύνει,
 
τέγγουσʼ εὐῶπα παρειάν. 530
Κρέων
σὺ δʼ, ἣ κατʼ οἴκους ὡς ἔχιδνʼ ὑφειμένη
 
λήθουσά μʼ ἐξέπινες, οὐδʼ ἐμάνθανον
 
τρέφων δύʼ ἄτα κἀπαναστάσεις θρόνων,
 
φέρʼ, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
 
φήσεις μετασχεῖν, ἢ ʼξομεῖ τὸ μὴ εἰδέναι; 535
Ἰσμήνη
δέδρακα τοὔργον, εἴπερ ἥδʼ ὁμορροθεῖ
 
καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.
Ἀντιγόνη
ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη σʼ, ἐπεὶ
 
οὔτʼ ἠθέλησας οὔτʼ ἐγὼ ʼκοινωσάμην.
Ἰσμήνη
ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι 540
 
ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.
Ἀντιγόνη
ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες·
 
λόγοις δʼ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.
Ἰσμήνη
μήτοι, κασιγνήτη, μʼ ἀτιμάσῃς τὸ μὴ οὐ
 
θανεῖν τε σὺν σοὶ τὸν θανόντα θʼ ἁγνίσαι. 545
Ἀντιγόνη
μή μοι θάνῃς σὺ κοινὰ μηδʼ ἃ μὴ ʼθιγες
 
ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσʼ ἐγώ.
Ἰσμήνη
καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;
Ἀντιγόνη
Κρέοντʼ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.
Ἰσμήνη
τί ταῦτʼ ἀνιᾷς μʼ, οὐδὲν ὠφελουμένη; 550
Ἀντιγόνη
ἀλγοῦσα μὲν δῆτʼ εἰ γελῶ γʼ ἐν σοὶ γελῶ.
Ἰσμήνη
τί δῆτʼ ἂν ἀλλὰ νῦν σʼ ἔτʼ ὠφελοῖμʼ ἐγώ;
Ἀντιγόνη
σῶσον σεαυτήν· οὐ φθονῶ σʼ ὑπεκφυγεῖν.
Ἰσμήνη
οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;
Ἀντιγόνη
σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν. 555
← Önceki bölüm Stasimon 2 · 1 / 3 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi