Thesauros Edebiyat Tragedya Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Epeisodion 4

Ἀντιγόνη
τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼ
 
νόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνειν
 
καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα. 915
 
καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
 
ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
 
μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,
 
ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων ἡ δύσμορος
 
ζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς. 920
 
ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;
 
τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι
 
βλέπειν; τίνʼ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ
 
τὴν δυσσέβειαν εὐσεβοῦσʼ ἐκτησάμην.
 
ἀλλʼ εἰ μὲν οὖν τάδʼ ἐστὶν ἐν θεοῖς καλά, 925
 
παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·
 
εἰ δʼ οἵδʼ ἁμαρτάνουσι, μὴ πλείω κακὰ
 
πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.
← Önceki Epeisodion 4 · 2 / 2 Sonraki bölüm →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi