Thesauros Edebiyat Tragedya Αἴας

Αἴας

Αἴας Sophocles

Eksodos

Τεῦκρος
πρὸς ταῦθʼ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν·
 
ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲ
 
καὶ δειλὸς εἶναι μᾶλλον ἢ ʼν ἐμοὶ θρασύς. 1315
Χορός
ἄναξ, Ὀδυσσεῦ, καιρὸν ἴσθʼ ἐληλυθώς,
 
εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.
Ὀδυσσεύς
τί δʼ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην
 
βοὴν Ἀτρειδῶν τῷδʼ ἐπʼ ἀλκίμῳ νεκρῷ.
Ἀγαμέμνων
οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους, 1320
 
ἄναξ Ὀδυσσεῦ, τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως;
Ὀδυσσεύς
ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω
 
κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
Ἀγαμέμνων
ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με.
Ὀδυσσεύς
τί γάρ σʼ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν; 1325
Ἀγαμέμνων
οὔ φησʼ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς
 
ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
Ὀδυσσεύς
ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ
 
σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;
Ἀγαμέμνων
εἴπʼ· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ 1330
 
φίλον σʼ ἐγὼ μέγιστον Ἀργείων νέμω.
Ὀδυσσεύς
ἄκουέ νυν. τὸν ἄνδρα τόνδε πρὸς θεῶν
 
μὴ τλῇς ἄθαπτον ὧδʼ ἀναλγήτως βαλεῖν·
 
μηδʼ ἡ βία σε μηδαμῶς νικησάτω
 
τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν. 1335
 
κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος στρατοῦ,
 
ἐξ οὗ ʼκράτησα τῶν Ἀχιλλείων ὅπλων,
 
ἀλλʼ αὐτὸν ἔμπας ὄντʼ ἐγὼ τοιόνδʼ ἐμοὶ
 
οὐκ ἀντατιμάσαιμʼ ἄν, ὥστε μὴ λέγειν
 
ἕνʼ ἄνδρʼ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι 1340
 
Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.
 
ὥστʼ οὐκ ἂν ἐνδίκως γʼ ἀτιμάζοιτό σοι·
← Önceki Eksodos · 4 / 6 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi