Thesauros Edebiyat Tragedya Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Eksodos

Οἰδίπους
νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,
 
οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.
 
ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας,
 
ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι 1490
 
πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας;
 
ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς,
 
τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,
 
τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς
 
γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα; 1495
 
τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ
 
ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν,
 
ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων
 
ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
 
τοιαῦτʼ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ; 1500
 
οὐκ ἔστιν οὐδείς, ὦ τέκνʼ, ἀλλὰ δηλαδὴ
 
χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
 
ὦ παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρ
 
ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ʼφυτεύσαμεν,
 
ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃς 1505
 
πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,
 
μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
 
ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶν
 
πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
 
ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί. 1510
 
σφῷν δʼ, ὦ τέκνʼ, εἰ μὲν εἰχέτην ἤδη φρένας,
 
πόλλʼ ἂν παρῄνουν· νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι,
 
οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος
 
ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.
Κρέων
ἅλις ἵνʼ ἐξήκεις δακρύων· ἀλλʼ ἴθι στέγης ἔσω. 1515
[Episode trochaic]
πειστέον, κεἰ μηδὲν ἡδύ.
← Önceki Eksodos · 5 / 6 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi