Thesauros Edebiyat Tragedya Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Epeisodion 1

Χορός
ὥσπερ μʼ ἀραῖον ἔλαβες, ὧδʼ, ἄναξ, ἐρῶ.
 
οὔτʼ ἔκτανον γὰρ οὔτε τὸν κτανόντʼ ἔχω
 
δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
 
Φοίβου τόδʼ εἰπεῖν, ὅστις εἴργασταί ποτε.
Οἰδίπους
δίκαιʼ ἔλεξας· ἀλλʼ ἀναγκάσαι θεοὺς 280
 
ἃν μὴ θέλωσιν οὐδʼ ἂν εἷς δύναιτʼ ἀνήρ.
Χορός
τὰ δεύτερʼ ἐκ τῶνδʼ ἂν λέγοιμʼ ἁμοὶ δοκεῖ.
Οἰδίπους
εἰ καὶ τρίτʼ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.
Χορός
ἄνακτʼ ἄνακτι ταὔθʼ ὁρῶντʼ ἐπίσταμαι
 
μάλιστα Φοίβῳ Τειρεσίαν, παρʼ οὗ τις ἂν 285
 
σκοπῶν τάδʼ, ὦναξ, ἐκμάθοι σαφέστατα.
Οἰδίπους
ἀλλʼ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτʼ ἐπραξάμην.
 
ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς
 
πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται.
Χορός
καὶ μὴν τά γʼ ἄλλα κωφὰ καὶ παλαίʼ ἔπη. 290
Οἰδίπους
τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.
Χορός
θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.
Οἰδίπους
ἤκουσα κἀγώ. τὸν δʼ ἰδόντʼ οὐδεὶς ὁρᾷ.
Χορός
ἀλλʼ εἴ τι μὲν δὴ δείματός γʼ ἔχει μέρος,
 
τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδʼ ἀράς, 295
Οἰδίπους
ᾧ μή ʼστι δρῶντι τάρβος, οὐδʼ ἔπος φοβεῖ.
Χορός
ἀλλʼ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ
 
τὸν θεῖον ἤδη μάντιν ὧδʼ ἄγουσιν, ᾧ
 
τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.
Οἰδίπους
ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε 300
 
ἄρρητά τʼ, οὐράνιά τε καὶ χθονοστιβῆ,
 
πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δʼ ὅμως
 
οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην
 
σωτῆρά τʼ, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
 
Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, 305
← Önceki Epeisodion 1 · 3 / 9 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi