Thesauros Edebiyat Tragedya Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος

Οἰδίπους Τύραννος Sophocles

Epeisodion 3

Οἰδίπους
ἐρῶ· σὲ γὰρ τῶνδʼ ἐς πλέον, γύναι, σέβω· 700
 
Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.
Ἰοκάστη
λέγʼ, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.
Οἰδίπους
φονέα με φησὶ Λαΐου καθεστάναι.
Ἰοκάστη
αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;
Οἰδίπους
μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ 705
 
τό γʼ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.
Ἰοκάστη
σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι
 
ἐμοῦ ʼπάκουσον, καὶ μάθʼ οὕνεκʼ ἐστί σοι
 
βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης.
 
φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα. 710
 
χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτʼ, οὐκ ἐρῶ
 
Φοίβου γʼ ἄπʼ αὐτοῦ, τῶν δʼ ὑπηρετῶν ἄπο,
 
ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,
 
ὅστις γένοιτʼ ἐμοῦ τε κἀκείνου πάρα.
 
καὶ τὸν μέν, ὥσπερ γʼ ἡ φάτις, ξένοι ποτὲ 715
 
λῃσταὶ φονεύουσʼ ἐν τριπλαῖς ἁμαξιτοῖς·
 
παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι
 
τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
 
ἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.
 
κἀνταῦθʼ Ἀπόλλων οὔτʼ ἐκεῖνον ἤνυσεν 720
 
φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον
 
τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.
 
τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
 
ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς
 
χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ. 725
Οἰδίπους
οἷόν μʼ ἀκούσαντʼ ἀρτίως ἔχει, γύναι,
 
ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.
Ἰοκάστη
ποίας μερίμνης τοῦθʼ ὑποστραφεὶς λέγεις;
Οἰδίπους
ἔδοξʼ ἀκοῦσαι σοῦ τόδʼ, ὡς ὁ Λάϊος
← Önceki bölüm Epeisodion 3 · 1 / 6 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi