Epeisodion 4
Οἰδίπους
τὰ δʼ οὖν παρόντα συλλαβὼν θεσπίσματα
κεῖται παρʼ Ἅιδῃ Πόλυβος ἄξιʼ οὐδενός.
Ἰοκάστη
οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;
Οἰδίπους
ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.
Ἰοκάστη
μὴ νῦν ἔτʼ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.
975
Οἰδίπους
καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;
Ἰοκάστη
τί δʼ ἂν φοβοῖτʼ ἄνθρωπος ᾧ τὰ τῆς τύχης
κρατεῖ, πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής;
εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.
σὺ δʼ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα·
980
πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν
μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθʼ ὅτῳ
παρʼ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.
Οἰδίπους
καλῶς ἅπαντα ταῦτʼ ἂν ἐξείρητό σοι,
εἰ μὴ ʼκύρει ζῶσʼ ἡ τεκοῦσα· νῦν δʼ ἐπεὶ
985
ζῇ, πᾶσʼ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.
Ἰοκάστη
καὶ μὴν μέγας γʼ ὀφθαλμὸς οἱ πατρὸς τάφοι.
Οἰδίπους
μέγας, ξυνίημʼ· ἀλλὰ τῆς ζώσης φόβος.
Ἄγγελος
ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθʼ ὕπερ;
Οἰδίπους
Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.
990
Ἄγγελος
τί δʼ ἔστʼ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;
Οἰδίπους
θεήλατον μάντευμα δεινόν, ὦ ξένε.
Ἄγγελος
ἦ ῥητόν; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;
Οἰδίπους
μάλιστά γʼ· εἶπε γάρ με Λοξίας ποτὲ
χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε
995
πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
ὧν οὕνεχʼ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι
μακρὰν ἀπῳκεῖτʼ· εὐτυχῶς μέν, ἀλλʼ ὅμως
τὰ τῶν τεκόντων ὄμμαθʼ ἥδιστον βλέπειν.
Ἄγγελος
ἦ γὰρ τάδʼ ὀκνῶν κεῖθεν ἦσθʼ ἀπόπτολις;
1000